Home / Greek / LXX Accented / Web / Ιώβ

 

Ιώβ, Chapter 25

  
1. ὑπολαβὼν δὲ βαλδαδ ὁ σαυχίτης λέγει
  
2. τί γὰρ προοίμιον ἢ φόβος παρ' αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστῳ
  
3. μὴ γάρ τις ὑπολάβοι ὅτι ἔστιν παρέλκυσις πειραταῖς ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρ' αὐτοῦ
  
4. πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι κυρίου ἢ τίς ἂν ἀποκαθαρίσαι ἑαυτὸν γεννητὸς γυναικός
  
5. εἰ σελήνῃ συντάσσει καὶ οὐκ ἐπιφαύσκει ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ
  
6. ἔα δέ ἄνθρωπος σαπρία καὶ υἱὸς ἀνθρώπου σκώληξ