Home / Greek / LXX Accented / Web / Ψαλμοί

 

Ψαλμοί, Chapter 132

  
1. ᾠδὴ τῶν ἀναβαθμῶν τῷ δαυιδ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό
  
2. ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα τὸν πώγωνα τὸν ααρων τὸ καταβαῖνον ἐπὶ τὴν ὤ|αν τοῦ ἐνδύματος αὐτοῦ
  
3. ὡς δρόσος αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη σιων ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ αἰῶνος