Bible Study: FrontPage




 

Α Χρονικών, Chapter 13

Bible Study - Α Χρονικών 13 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. καὶ ἐβουλεύσατο δαυιδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων παντὶ ἡγουμένῳ
  
2. καὶ εἶπεν δαυιδ τῇ πάσῃ ἐκκλησίᾳ ισραηλ εἰ ἐφ' ὑμῖν ἀγαθὸν καὶ παρὰ κυρίου θεοῦ ἡμῶν εὐοδωθῇ ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ ισραηλ καὶ μετ' αὐτῶν οἱ ἱερεῖς οἱ λευῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν καὶ συναχθήσονται πρὸς ἡμᾶς
  
3. καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ' ἡμερῶν σαουλ
  
4. καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ
  
5. καὶ ἐξεκκλησίασεν δαυιδ τὸν πάντα ισραηλ ἀπὸ ὁρίων αἰγύπτου καὶ ἕως εἰσόδου ημαθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως ιαριμ
  
6. καὶ ἀνήγαγεν αὐτὴν δαυιδ καὶ πᾶς ισραηλ ἀνέβη εἰς πόλιν δαυιδ ἣ ἦν τοῦ ιουδα τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ κυρίου καθημένου ἐπὶ χερουβιν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ
  
7. καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου αμιναδαβ καὶ οζα καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν
  
8. καὶ δαυιδ καὶ πᾶς ισραηλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν
  
9. καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος καὶ ἐξέτεινεν οζα τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν ὅτι ἐξέκλινεν αὐτὴν ὁ μόσχος
  
10. καὶ ἐθυμώθη ὀργῇ κύριος ἐπὶ οζα καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ
  
11. καὶ ἠθύμησεν δαυιδ ὅτι διέκοψεν κύριος διακοπὴν ἐν οζα καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον διακοπὴ οζα ἕως τῆς ἡμέρας ταύτης
  
12. καὶ ἐφοβήθη δαυιδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων πῶς εἰσοίσω πρὸς ἐμαυτὸν τὴν κιβωτὸν τοῦ θεοῦ
  
13. καὶ οὐκ ἀπέστρεψεν δαυιδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν δαυιδ καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον αβεδδαρα τοῦ γεθθαίου
  
14. καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ αβεδδαρα τρεῖς μῆνας καὶ εὐλόγησεν ὁ θεὸς αβεδδαραμ καὶ πάντα τὰ αὐτοῦ


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES