Bible Study: FrontPage




 

Α Χρονικών, Chapter 20

Bible Study - Α Χρονικών 20 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. καὶ ἐγένετο ἐν τῷ ἐπιόντι ἔτει ἐν τῇ ἐξόδῳ τῶν βασιλέων καὶ ἤγαγεν ιωαβ πᾶσαν τὴν δύναμιν τῆς στρατιᾶς καὶ ἔφθειραν τὴν χώραν υἱῶν αμμων καὶ ἦλθεν καὶ περιεκάθισεν τὴν ραββα καὶ δαυιδ ἐκάθητο ἐν ιερουσαλημ καὶ ἐπάταξεν ιωαβ τὴν ραββα καὶ κατέσκαψεν αὐτήν
  
2. καὶ ἔλαβεν δαυιδ τὸν στέφανον μολχολ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εὑρέθη ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ ἐν αὐτῷ λίθος τίμιος καὶ ἦν ἐπὶ τὴν κεφαλὴν δαυιδ καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα
  
3. καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἐξήγαγεν καὶ διέπρισεν πρίοσιν καὶ ἐν σκεπάρνοις σιδηροῖς καὶ οὕτως ἐποίησεν δαυιδ τοῖς πᾶσιν υἱοῖς αμμων καὶ ἀνέστρεψεν δαυιδ καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς ιερουσαλημ
  
4. καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐγένετο ἔτι πόλεμος ἐν γαζερ μετὰ τῶν ἀλλοφύλων τότε ἐπάταξεν σοβοχαι ὁ ουσαθι τὸν σαφου ἀπὸ τῶν υἱῶν τῶν γιγάντων καὶ ἐταπείνωσεν αὐτόν
  
5. καὶ ἐγένετο ἔτι πόλεμος μετὰ τῶν ἀλλοφύλων καὶ ἐπάταξεν ελλαναν υἱὸς ιαϊρ τὸν λεεμι ἀδελφὸν γολιαθ τοῦ γεθθαίου καὶ ξύλον δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων
  
6. καὶ ἐγένετο ἔτι πόλεμος ἐν γεθ καὶ ἦν ἀνὴρ ὑπερμεγέθης καὶ δάκτυλοι αὐτοῦ ἓξ καὶ ἕξ εἴκοσι τέσσαρες καὶ οὗτος ἦν ἀπόγονος γιγάντων
  
7. καὶ ὠνείδισεν τὸν ισραηλ καὶ ἐπάταξεν αὐτὸν ιωναθαν υἱὸς σαμαα ἀδελφοῦ δαυιδ
  
8. οὗτοι ἐγένοντο ραφα ἐν γεθ πάντες ἦσαν τέσσαρες γίγαντες καὶ ἔπεσον ἐν χειρὶ δαυιδ καὶ ἐν χειρὶ παίδων αὐτοῦ


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES