Bible Study: FrontPage




 

Α Βασιλέων 2.35

Bible Study - Α Βασιλέων 2.35 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
35. καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν βαναιου υἱὸν ιωδαε ἀντ' αὐτοῦ ἐπὶ τὴν στρατηγίαν καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν ιερουσαλημ καὶ τὸν σαδωκ τὸν ἱερέα ἔδωκεν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ αβιαθαρ
  
35. καὶ ἔδωκεν κύριος φρόνησιν τῷ σαλωμων καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν
  
35. καὶ ἐπληθύνθη ἡ φρόνησις σαλωμων σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους αἰγύπτου
  
35. καὶ ἔλαβεν τὴν θυγατέρα φαραω καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν δαυιδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον αὐτοῦ καὶ τὸν οἶκον κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος ιερουσαλημ κυκλόθεν ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν
  
35. καὶ ἦν τῷ σαλωμων ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει
  
35. καὶ ἐποίησεν σαλωμων τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν
  
35. καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν δαυιδ οὕτως θυγάτηρ φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως δαυιδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ τότε ᾠκοδόμησεν τὴν ἄκραν
  
35. καὶ σαλωμων ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ καὶ ἐθυμία ἐνώπιον κυρίου καὶ συνετέλεσεν τὸν οἶκον
  
35. καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ σαλωμων τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα
  
35. καὶ ᾠκοδόμησεν τὴν ασσουρ καὶ τὴν μαγδω καὶ τὴν γαζερ καὶ τὴν βαιθωρων τὴν ἐπάνω καὶ τὰ βααλαθ
  
35. πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος ιερουσαλημ κύκλῳ μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας
  
35. καὶ ἐν τῷ ἔτι δαυιδ ζῆν ἐνετείλατο τῷ σαλωμων λέγων ἰδοὺ μετὰ σοῦ σεμεϊ υἱὸς γηρα υἱὸς σπέρματος τοῦ ιεμινι ἐκ χεβρων
  
35. οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς
  
35. καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν ιορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ
  
35. καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES