Bible Study: FrontPage




 

Α Βασιλέων 2.46

Bible Study - Α Βασιλέων 2.46 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
46. καὶ ἐνετείλατο ὁ βασιλεὺς σαλωμων τῷ βαναια υἱῷ ιωδαε καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν καὶ ἀπέθανεν
  
46. καὶ ἦν ὁ βασιλεὺς σαλωμων φρόνιμος σφόδρα καὶ σοφός καὶ ιουδα καὶ ισραηλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες
  
46. καὶ σαλωμων ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ σαλωμων πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
  
46. καὶ σαλωμων ἤρξατο διανοίγειν τὰ δυναστεύματα τοῦ λιβάνου
  
46. καὶ αὐτὸς ᾠκοδόμησεν τὴν θερμαι ἐν τῇ ἐρήμῳ
  
46. καὶ τοῦτο τὸ ἄριστον τῷ σαλωμων τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων
  
46. ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ ραφι ἕως γάζης ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ
  
46. καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν καὶ κατῴκει ιουδα καὶ ισραηλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ ἐσθίοντες καὶ πίνοντες ἀπὸ δαν καὶ ἕως βηρσαβεε πάσας τὰς ἡμέρας σαλωμων
  
46. καὶ οὗτοι οἱ ἄρχοντες τοῦ σαλωμων αζαριον υἱὸς σαδωκ τοῦ ἱερέως καὶ ορνιου υἱὸς ναθαν ἄρχων τῶν ἐφεστηκότων καὶ εδραμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ σουβα γραμματεὺς καὶ βασα υἱὸς αχιθαλαμ ἀναμιμνῄσκων καὶ αβι υἱὸς ιωαβ ἀρχιστράτηγος καὶ αχιρε υἱὸς εδραϊ ἐπὶ τὰς ἄρσεις καὶ βαναια υἱὸς ιωδαε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου καὶ ζαχουρ υἱὸς ναθαν ὁ σύμβουλος
  
46. καὶ ἦσαν τῷ σαλωμων τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἱππέων
  
46. καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων αἰγύπτου
  
46. σαλωμων υἱὸς δαυιδ ἐβασίλευσεν ἐπὶ ισραηλ καὶ ιουδα ἐν ιερουσαλημ


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES