Bible Study: FrontPage




 

4 Maccabees, Chapter 17

Bible Study - 4 Maccabees 17 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. ἔλεγον δὲ καὶ τῶν δορυφόρων τινὲς ὅτι ὡς ἔμελλεν συλλαμβάνεσθαι καὶ αὐτὴ πρὸς θάνατον ἵνα μὴ ψαύσειέν τις τοῦ σώματος αὐτῆς ἑαυτὴν ἔρριψε κατὰ τῆς πυρᾶς
  
2. ὦ μήτηρ σὺν ἑπτὰ παισὶν καταλύσασα τὴν τοῦ τυράννου βίαν καὶ ἀκυρώσασα τὰς κακὰς ἐπινοίας αὐτοῦ καὶ δείξασα τὴν τῆς πίστεως γενναιότητα
  
3. καθάπερ γὰρ σὺ στέγη ἐπὶ τοὺς στύλους τῶν παίδων γενναίως ἱδρυμένη ἀκλινὴς ὑπήνεγκας τὸν διὰ τῶν βασάνων σεισμόν
  
4. θάρρει τοιγαροῦν ὦ μήτηρ ἱερόψυχε τὴν ἐλπίδα τῆς ὑπομονῆς βεβαίαν ἔχουσα πρὸς τὸν θεόν
  
5. οὐχ οὕτως σελήνη κατ' οὐρανὸν σὺν ἄστροις σεμνὴ καθέστηκεν ὡς σὺ τοὺς ἰσαστέρους ἑπτὰ παῖδας φωταγωγήσασα πρὸς τὴν εὐσέβειαν ἔντιμος καθέστηκας θεῷ καὶ ἐστήρισαι σὺν αὐτοῖς ἐν οὐρανῷ
  
6. ἦν γὰρ ἡ παιδοποιία σου ἀπὸ αβρααμ τοῦ πατρός
  
7. εἰ δὲ ἐξὸν ἡμῖν ἦν ὥσπερ ἐπί τινος ζωγραφῆσαι τὴν τῆς εὐσεβείας σου ἱστορίαν οὐκ ἂν ἔφριττον οἱ θεωροῦντες ὁρῶντες μητέρα ἑπτὰ τέκνων δι' εὐσέβειαν ποικίλας βασάνους μέχρι θανάτου ὑπομείνασαν
  
8. καὶ γὰρ ἄξιον ἦν καὶ ἐπ' αὐτοῦ τοῦ ἐπιταφίου ἀναγράψαι καὶ ταῦτα τοῖς ἀπὸ τοῦ ἔθνους εἰς μνείαν λεγόμενα
  
9. ἐνταῦθα γέρων ἱερεὺς καὶ γυνὴ γεραιὰ καὶ ἑπτὰ παῖδες ἐγκεκήδευνται διὰ τυράννου βίαν τὴν εβραίων πολιτείαν καταλῦσαι θέλοντος
  
10. οἳ καὶ ἐξεδίκησαν τὸ γένος εἰς θεὸν ἀφορῶντες καὶ μέχρι θανάτου τὰς βασάνους ὑπομείναντες
  
11. ἀληθῶς γὰρ ἦν ἀγὼν θεῖος ὁ δι' αὐτῶν γεγενημένος
  
12. ἠθλοθέτει γὰρ τότε ἀρετὴ δι' ὑπομονῆς δοκιμάζουσα τὸ νῖκος ἀφθαρσία ἐν ζωῇ πολυχρονίῳ
  
13. ελεαζαρ δὲ προηγωνίζετο ἡ δὲ μήτηρ τῶν ἑπτὰ παίδων ἐνήθλει οἱ δὲ ἀδελφοὶ ἠγωνίζοντο
  
14. ὁ τύραννος ἀντηγωνίζετο ὁ δὲ κόσμος καὶ ὁ τῶν ἀνθρώπων βίος ἐθεώρει
  
15. θεοσέβεια δὲ ἐνίκα τοὺς ἑαυτῆς ἀθλητὰς στεφανοῦσα
  
16. τίνες οὐκ ἐθαύμασαν τοὺς τῆς θείας νομοθεσίας ἀθλητάς τίνες οὐκ ἐξεπλάγησαν
  
17. αὐτός γέ τοι ὁ τύραννος καὶ ὅλον τὸ συμβούλιον ἐθαύμασαν αὐτῶν τὴν ὑπομονήν
  
18. δι' ἣν καὶ τῷ θείῳ νῦν παρεστήκασιν θρόνῳ καὶ τὸν μακάριον βιοῦσιν αἰῶνα
  
19. καὶ γάρ φησιν ὁ μωυσῆς καὶ πάντες οἱ ἡγιασμένοι ὑπὸ τὰς χεῖράς σου
  
20. καὶ οὗτοι οὖν ἁγιασθέντες διὰ θεὸν τετίμηνται οὐ μόνον ταύτῃ τῇ τιμῇ ἀλλὰ καὶ τῷ δι' αὐτοὺς τὸ ἔθνος ἡμῶν τοὺς πολεμίους μὴ ἐπικρατῆσαι
  
21. καὶ τὸν τύραννον τιμωρηθῆναι καὶ τὴν πατρίδα καθαρισθῆναι ὥσπερ ἀντίψυχον γεγονότας τῆς τοῦ ἔθνους ἁμαρτίας
  
22. καὶ διὰ τοῦ αἵματος τῶν εὐσεβῶν ἐκείνων καὶ τοῦ ἱλαστηρίου τοῦ θανάτου αὐτῶν ἡ θεία πρόνοια τὸν ισραηλ προκακωθέντα διέσωσεν
  
23. πρὸς γὰρ τὴν ἀνδρείαν αὐτῶν τῆς ἀρετῆς καὶ τὴν ἐπὶ ταῖς βασάνοις αὐτῶν ὑπομονὴν ὁ τύραννος ἀπιδὼν ἀνεκήρυξεν ὁ ἀντίοχος τοῖς στρατιώταις αὐτοῦ εἰς ὑπόδειγμα τὴν ἐκείνων ὑπομονὴν
  
24. ἔσχεν τε αὐτοὺς γενναίους καὶ ἀνδρείους εἰς πεζομαχίαν καὶ πολιορκίαν καὶ ἐκπορθήσας ἐνίκησεν πάντας τοὺς πολεμίους


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES