Bible Study: FrontPage




 

Δευτερονόμιο, Chapter 34

Bible Study - Δευτερονόμιο 34 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. καὶ ἀνέβη μωυσῆς ἀπὸ αραβωθ μωαβ ἐπὶ τὸ ὄρος ναβαυ ἐπὶ κορυφὴν φασγα ἥ ἐστιν ἐπὶ προσώπου ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν γαλααδ ἕως δαν
  
2. καὶ πᾶσαν τὴν γῆν νεφθαλι καὶ πᾶσαν τὴν γῆν εφραιμ καὶ μανασση καὶ πᾶσαν τὴν γῆν ιουδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης
  
3. καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ιεριχω πόλιν φοινίκων ἕως σηγωρ
  
4. καὶ εἶπεν κύριος πρὸς μωυσῆν αὕτη ἡ γῆ ἣν ὤμοσα αβρααμ καὶ ισαακ καὶ ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ
  
5. καὶ ἐτελεύτησεν μωυσῆς οἰκέτης κυρίου ἐν γῇ μωαβ διὰ ῥήματος κυρίου
  
6. καὶ ἔθαψαν αὐτὸν ἐν γαι ἐν γῇ μωαβ ἐγγὺς οἴκου φογωρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης
  
7. μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ
  
8. καὶ ἔκλαυσαν οἱ υἱοὶ ισραηλ τὸν μωυσῆν ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ μωυσῆ
  
9. καὶ ἰησοῦς υἱὸς ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ μωυσῇ
  
10. καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ισραηλ ὡς μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον
  
11. ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ αἰγύπτῳ φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ
  
12. τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἃ ἐποίησεν μωυσῆς ἔναντι παντὸς ισραηλ


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES