Bible Study: FrontPage




 

Sirahova, Chapter 30

Bible Study - Sirahova 30 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ ἵνα εὐφρανθῇ ἐπ' ἐσχάτων αὐτοῦ
  
2. ὁ παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ' αὐτῷ καὶ ἀνὰ μέσον γνωρίμων ἐπ' αὐτῷ καυχήσεται
  
3. ὁ διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχθρὸν καὶ ἔναντι φίλων ἐπ' αὐτῷ ἀγαλλιάσεται
  
4. ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ καὶ ὧς οὐκ ἀπέθανεν ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ' αὐτόν
  
5. ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐφράνθη καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήθη
  
6. ἐναντίον ἐχθρῶν κατέλιπεν ἔκδικον καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν
  
7. περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ καὶ ἐπὶ πάσῃ βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ
  
8. ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής
  
9. τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε σύμπαιξον αὐτῷ καὶ λυπήσει σε
  
10. μὴ συγγελάσῃς αὐτῷ ἵνα μὴ συνοδυνηθῇς καὶ ἐπ' ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας σου
  
11. μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι
  
12. θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστιν νήπιος μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι
  
13. παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς
  
14. κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει ἢ πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ
  
15. ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου καὶ σῶμα εὔρωστον ἢ ὄλβος ἀμέτρητος
  
16. οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας
  
17. κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν καὶ ἀνάπαυσις αἰῶνος ἢ ἀρρώστημα ἔμμονον
  
18. ἀγαθὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ θέματα βρωμάτων παρακείμενα ἐπὶ τάφῳ
  
19. τί συμφέρει κάρπωσις εἰδώλῳ οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ κυρίου
  
20. βλέπων ἐν ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων
  
21. μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου
  
22. εὐφροσύνη καρδίας ζωὴ ἀνθρώπου καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις
  
23. ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ πολλοὺς γὰρ ἀπώλεσεν ἡ λύπη καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτῇ
  
24. ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα
  
25. λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασιν τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES