Bible Study: FrontPage




 

Εσθήρ, Chapter 5

Bible Study - Εσθήρ 5 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
3. καὶ εἶπεν ὁ βασιλεύς τί θέλεις εσθηρ καὶ τί σού ἐστιν τὸ ἀξίωμα ἕως τοῦ ἡμίσους τῆς βασιλείας μου καὶ ἔσται σοι
  
4. εἶπεν δὲ εσθηρ ἡμέρα μου ἐπίσημος σήμερόν ἐστιν εἰ οὖν δοκεῖ τῷ βασιλεῖ ἐλθάτω καὶ αὐτὸς καὶ αμαν εἰς τὴν δοχήν ἣν ποιήσω σήμερον
  
5. καὶ εἶπεν ὁ βασιλεύς κατασπεύσατε αμαν ὅπως ποιήσωμεν τὸν λόγον εσθηρ καὶ παραγίνονται ἀμφότεροι εἰς τὴν δοχήν ἣν εἶπεν εσθηρ
  
6. ἐν δὲ τῷ πότῳ εἶπεν ὁ βασιλεὺς πρὸς εσθηρ τί ἐστιν βασίλισσα εσθηρ καὶ ἔσται σοι ὅσα ἀξιοῖς
  
7. καὶ εἶπεν τὸ αἴτημά μου καὶ τὸ ἀξίωμά μου
  
8. εἰ εὗρον χάριν ἐνώπιον τοῦ βασιλέως ἐλθάτω ὁ βασιλεὺς καὶ αμαν ἐπὶ τὴν αὔριον εἰς τὴν δοχήν ἣν ποιήσω αὐτοῖς καὶ αὔριον ποιήσω τὰ αὐτά
  
9. καὶ ἐξῆλθεν ὁ αμαν ἀπὸ τοῦ βασιλέως ὑπερχαρὴς εὐφραινόμενος ἐν δὲ τῷ ἰδεῖν αμαν μαρδοχαῖον τὸν ιουδαῖον ἐν τῇ αὐλῇ ἐθυμώθη σφόδρα
  
10. καὶ εἰσελθὼν εἰς τὰ ἴδια ἐκάλεσεν τοὺς φίλους καὶ ζωσαραν τὴν γυναῖκα αὐτοῦ
  
11. καὶ ὑπέδειξεν αὐτοῖς τὸν πλοῦτον αὐτοῦ καὶ τὴν δόξαν ἣν ὁ βασιλεὺς αὐτῷ περιέθηκεν καὶ ὡς ἐποίησεν αὐτὸν πρωτεύειν καὶ ἡγεῖσθαι τῆς βασιλείας
  
12. καὶ εἶπεν αμαν οὐ κέκληκεν ἡ βασίλισσα μετὰ τοῦ βασιλέως οὐδένα εἰς τὴν δοχὴν ἀλλ' ἢ ἐμέ καὶ εἰς τὴν αὔριον κέκλημαι
  
13. καὶ ταῦτά μοι οὐκ ἀρέσκει ὅταν ἴδω μαρδοχαῖον τὸν ιουδαῖον ἐν τῇ αὐλῇ
  
14. καὶ εἶπεν πρὸς αὐτὸν ζωσαρα ἡ γυνὴ αὐτοῦ καὶ οἱ φίλοι κοπήτω σοι ξύλον πηχῶν πεντήκοντα ὄρθρου δὲ εἰπὸν τῷ βασιλεῖ καὶ κρεμασθήτω μαρδοχαῖος ἐπὶ τοῦ ξύλου σὺ δὲ εἴσελθε εἰς τὴν δοχὴν σὺν τῷ βασιλεῖ καὶ εὐφραίνου καὶ ἤρεσεν τὸ ῥῆμα τῷ αμαν καὶ ἡτοιμάσθη τὸ ξύλον


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES