Bible Study: FrontPage




 

Γένεση, Chapter 28

Bible Study - Γένεση 28 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. προσκαλεσάμενος δὲ ισαακ τὸν ιακωβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἐκ τῶν θυγατέρων χανααν
  
2. ἀναστὰς ἀπόδραθι εἰς τὴν μεσοποταμίαν εἰς τὸν οἶκον βαθουηλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων λαβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου
  
3. ὁ δὲ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν
  
4. καὶ δῴη σοι τὴν εὐλογίαν αβρααμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου ἣν ἔδωκεν ὁ θεὸς τῷ αβρααμ
  
5. καὶ ἀπέστειλεν ισαακ τὸν ιακωβ καὶ ἐπορεύθη εἰς τὴν μεσοποταμίαν πρὸς λαβαν τὸν υἱὸν βαθουηλ τοῦ σύρου ἀδελφὸν δὲ ρεβεκκας τῆς μητρὸς ιακωβ καὶ ησαυ
  
6. εἶδεν δὲ ησαυ ὅτι εὐλόγησεν ισαακ τὸν ιακωβ καὶ ἀπῴχετο εἰς τὴν μεσοποταμίαν συρίας λαβεῖν ἑαυτῷ ἐκεῖθεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων χανααν
  
7. καὶ ἤκουσεν ιακωβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν μεσοποταμίαν συρίας
  
8. καὶ εἶδεν ησαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες χανααν ἐναντίον ισαακ τοῦ πατρὸς αὐτοῦ
  
9. καὶ ἐπορεύθη ησαυ πρὸς ισμαηλ καὶ ἔλαβεν τὴν μαελεθ θυγατέρα ισμαηλ τοῦ υἱοῦ αβρααμ ἀδελφὴν ναβαιωθ πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα
  
10. καὶ ἐξῆλθεν ιακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς χαρραν
  
11. καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ ἔδυ γὰρ ὁ ἥλιος καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ
  
12. καὶ ἐνυπνιάσθη καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτῆς
  
13. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς καὶ εἶπεν ἐγὼ κύριος ὁ θεὸς αβρααμ τοῦ πατρός σου καὶ ὁ θεὸς ισαακ μὴ φοβοῦ ἡ γῆ ἐφ' ἧς σὺ καθεύδεις ἐπ' αὐτῆς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου
  
14. καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ' ἀνατολάς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου
  
15. καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι
  
16. καὶ ἐξηγέρθη ιακωβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι ἔστιν κύριος ἐν τῷ τόπῳ τούτῳ ἐγὼ δὲ οὐκ ᾔδειν
  
17. καὶ ἐφοβήθη καὶ εἶπεν ὡς φοβερὸς ὁ τόπος οὗτος οὐκ ἔστιν τοῦτο ἀλλ' ἢ οἶκος θεοῦ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ
  
18. καὶ ἀνέστη ιακωβ τὸ πρωὶ καὶ ἔλαβεν τὸν λίθον ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς
  
19. καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου οἶκος θεοῦ καὶ ουλαμλους ἦν ὄνομα τῇ πόλει τὸ πρότερον
  
20. καὶ ηὔξατο ιακωβ εὐχὴν λέγων ἐὰν ᾖ κύριος ὁ θεὸς μετ' ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ ᾗ ἐγὼ πορεύομαι καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
  
21. καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου καὶ ἔσται μοι κύριος εἰς θεόν
  
22. καὶ ὁ λίθος οὗτος ὃν ἔστησα στήλην ἔσται μοι οἶκος θεοῦ καὶ πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω αὐτά σοι


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES