Bible Study: FrontPage




 

Γένεση, Chapter 35

Bible Study - Γένεση 35 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. εἶπεν δὲ ὁ θεὸς πρὸς ιακωβ ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον βαιθηλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου ησαυ τοῦ ἀδελφοῦ σου
  
2. εἶπεν δὲ ιακωβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ' αὐτοῦ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ' ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν
  
3. καὶ ἀναστάντες ἀναβῶμεν εἰς βαιθηλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως ὃς ἦν μετ' ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην
  
4. καὶ ἔδωκαν τῷ ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ κατέκρυψεν αὐτὰ ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας
  
5. καὶ ἐξῆρεν ισραηλ ἐκ σικιμων καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ισραηλ
  
6. ἦλθεν δὲ ιακωβ εἰς λουζα ἥ ἐστιν ἐν γῇ χανααν ἥ ἐστιν βαιθηλ αὐτὸς καὶ πᾶς ὁ λαός ὃς ἦν μετ' αὐτοῦ
  
7. καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου βαιθηλ ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου ησαυ τοῦ ἀδελφοῦ αὐτοῦ
  
8. ἀπέθανεν δὲ δεββωρα ἡ τροφὸς ρεβεκκας κατώτερον βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα αὐτῆς βάλανος πένθους
  
9. ὤφθη δὲ ὁ θεὸς ιακωβ ἔτι ἐν λουζα ὅτε παρεγένετο ἐκ μεσοποταμίας τῆς συρίας καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός
  
10. καὶ εἶπεν αὐτῷ ὁ θεός τὸ ὄνομά σου ιακωβ οὐ κληθήσεται ἔτι ιακωβ ἀλλ' ισραηλ ἔσται τὸ ὄνομά σου
  
11. εἶπεν δὲ αὐτῷ ὁ θεός ἐγὼ ὁ θεός σου αὐξάνου καὶ πληθύνου ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται
  
12. καὶ τὴν γῆν ἣν δέδωκα αβρααμ καὶ ισαακ σοὶ δέδωκα αὐτήν σοὶ ἔσται καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην
  
13. ἀνέβη δὲ ὁ θεὸς ἀπ' αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ' αὐτοῦ
  
14. καὶ ἔστησεν ιακωβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησεν μετ' αὐτοῦ στήλην λιθίνην καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ' αὐτὴν ἔλαιον
  
15. καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ἐλάλησεν μετ' αὐτοῦ ἐκεῖ ὁ θεός βαιθηλ
  
16. ἀπάρας δὲ ιακωβ ἐκ βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου γαδερ ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθα εἰς γῆν ἐλθεῖν εφραθα ἔτεκεν ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ
  
17. ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα θάρσει καὶ γὰρ οὗτός σοί ἐστιν υἱός
  
18. ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν ἀπέθνῃσκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ υἱὸς ὀδύνης μου ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν βενιαμιν
  
19. ἀπέθανεν δὲ ραχηλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ εφραθα αὕτη ἐστὶν βηθλεεμ
  
20. καὶ ἔστησεν ιακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς αὕτη ἐστὶν στήλη μνημείου ραχηλ ἕως τῆς σήμερον ἡμέρας
  
22. ἐγένετο δὲ ἡνίκα κατῴκησεν ισραηλ ἐν τῇ γῇ ἐκείνῃ ἐπορεύθη ρουβην καὶ ἐκοιμήθη μετὰ βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ καὶ ἤκουσεν ισραηλ καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ ἦσαν δὲ οἱ υἱοὶ ιακωβ δώδεκα
  
23. υἱοὶ λειας πρωτότοκος ιακωβ ρουβην συμεων λευι ιουδας ισσαχαρ ζαβουλων
  
24. υἱοὶ δὲ ραχηλ ιωσηφ καὶ βενιαμιν
  
25. υἱοὶ δὲ βαλλας παιδίσκης ραχηλ δαν καὶ νεφθαλι
  
26. υἱοὶ δὲ ζελφας παιδίσκης λειας γαδ καὶ ασηρ οὗτοι υἱοὶ ιακωβ οἳ ἐγένοντο αὐτῷ ἐν μεσοποταμίᾳ τῆς συρίας
  
27. ἦλθεν δὲ ιακωβ πρὸς ισαακ τὸν πατέρα αὐτοῦ εἰς μαμβρη εἰς πόλιν τοῦ πεδίου αὕτη ἐστὶν χεβρων ἐν γῇ χανααν οὗ παρῴκησεν αβρααμ καὶ ισαακ
  
28. ἐγένοντο δὲ αἱ ἡμέραι ισαακ ἃς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα
  
29. καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν καὶ ἔθαψαν αὐτὸν ησαυ καὶ ιακωβ οἱ υἱοὶ αὐτοῦ


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES