Bible Study: FrontPage




 

Ησαΐας, Chapter 15

Bible Study - Ησαΐας 15 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. τὸ ῥῆμα τὸ κατὰ τῆς μωαβίτιδος νυκτὸς ἀπολεῖται ἡ μωαβῖτις νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς μωαβίτιδος
  
2. λυπεῖσθε ἐφ' ἑαυτοῖς ἀπολεῖται γὰρ καὶ δηβων οὗ ὁ βωμὸς ὑμῶν ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ ναβαυ τῆς μωαβίτιδος ὀλολύζετε ἐπὶ πάσης κεφαλῆς φαλάκρωμα πάντες βραχίονες κατατετμημένοι
  
3. ἐν ταῖς πλατείαις αὐτῆς περιζώσασθε σάκκους καὶ κόπτεσθε ἐπὶ τῶν δωμάτων αὐτῆς καὶ ἐν ταῖς ῥύμαις αὐτῆς πάντες ὀλολύζετε μετὰ κλαυθμοῦ
  
4. ὅτι κέκραγεν εσεβων καὶ ελεαλη ἕως ιασσα ἠκούσθη ἡ φωνὴ αὐτῶν διὰ τοῦτο ἡ ὀσφὺς τῆς μωαβίτιδος βοᾷ ἡ ψυχὴ αὐτῆς γνώσεται
  
5. ἡ καρδία τῆς μωαβίτιδος βοᾷ ἐν αὐτῇ ἕως σηγωρ δάμαλις γάρ ἐστιν τριετής ἐπὶ δὲ τῆς ἀναβάσεως τῆς λουιθ πρὸς σὲ κλαίοντες ἀναβήσονται τῇ ὁδῷ αρωνιιμ βοᾷ σύντριμμα καὶ σεισμός
  
6. τὸ ὕδωρ τῆς νεμριμ ἔρημον ἔσται καὶ ὁ χόρτος αὐτῆς ἐκλείψει χόρτος γὰρ χλωρὸς οὐκ ἔσται
  
7. μὴ καὶ οὕτως μέλλει σωθῆναι ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα ἄραβας καὶ λήμψονται αὐτήν
  
8. συνῆψεν γὰρ ἡ βοὴ τὸ ὅριον τῆς μωαβίτιδος τῆς αγαλλιμ καὶ ὀλολυγμὸς αὐτῆς ἕως τοῦ φρέατος τοῦ αιλιμ
  
9. τὸ δὲ ὕδωρ τὸ ρεμμων πλησθήσεται αἵματος ἐπάξω γὰρ ἐπὶ ρεμμων ἄραβας καὶ ἀρῶ τὸ σπέρμα μωαβ καὶ αριηλ καὶ τὸ κατάλοιπον αδαμα


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES