Bible Study: FrontPage




 

Ησαΐας, Chapter 39

Bible Study - Ησαΐας 39 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν μαρωδαχ υἱὸς τοῦ λααδαν ὁ βασιλεὺς τῆς βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα εζεκια ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη
  
2. καὶ ἐχάρη ἐπ' αὐτοῖς εζεκιας χαρὰν μεγάλην καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθα καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ καὶ οὐκ ἦν οὐθέν ὃ οὐκ ἔδειξεν εζεκιας ἐν τῷ οἴκῳ αὐτοῦ
  
3. καὶ ἦλθεν ησαιας ὁ προφήτης πρὸς τὸν βασιλέα εζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν εζεκιας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ βαβυλῶνος
  
4. καὶ εἶπεν ησαιας τί εἴδοσαν ἐν τῷ οἴκῳ σου καὶ εἶπεν εζεκιας πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου
  
5. καὶ εἶπεν αὐτῷ ησαιας ἄκουσον τὸν λόγον κυρίου σαβαωθ
  
6. ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς βαβυλῶνα ἥξει καὶ οὐδὲν οὐ μὴ καταλίπωσιν εἶπεν δὲ ὁ θεὸς
  
7. ὅτι καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν βαβυλωνίων
  
8. καὶ εἶπεν εζεκιας πρὸς ησαιαν ἀγαθὸς ὁ λόγος κυρίου ὃν ἐλάλησεν γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES