Bible Study: FrontPage




 

Ιερεμίας, Chapter 35

Bible Study - Ιερεμίας 35 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. καὶ ἐγένετο ἐν τῷ τετάρτῳ ἔτει σεδεκια βασιλέως ιουδα ἐν μηνὶ τῷ πέμπτῳ εἶπέν μοι ανανιας υἱὸς αζωρ ὁ ψευδοπροφήτης ὁ ἀπὸ γαβαων ἐν οἴκῳ κυρίου κατ' ὀφθαλμοὺς τῶν ἱερέων καὶ παντὸς τοῦ λαοῦ λέγων
  
2. οὕτως εἶπεν κύριος συνέτριψα τὸν ζυγὸν τοῦ βασιλέως βαβυλῶνος
  
3. ἔτι δύο ἔτη ἡμερῶν ἐγὼ ἀποστρέψω εἰς τὸν τόπον τοῦτον τὰ σκεύη οἴκου κυρίου
  
4. καὶ ιεχονιαν καὶ τὴν ἀποικίαν ιουδα ὅτι συντρίψω τὸν ζυγὸν βασιλέως βαβυλῶνος
  
5. καὶ εἶπεν ιερεμιας πρὸς ανανιαν κατ' ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ καὶ κατ' ὀφθαλμοὺς τῶν ἱερέων τῶν ἑστηκότων ἐν οἴκῳ κυρίου
  
6. καὶ εἶπεν ιερεμιας ἀληθῶς οὕτω ποιήσαι κύριος στήσαι τὸν λόγον σου ὃν σὺ προφητεύεις τοῦ ἐπιστρέψαι τὰ σκεύη οἴκου κυρίου καὶ πᾶσαν τὴν ἀποικίαν ἐκ βαβυλῶνος εἰς τὸν τόπον τοῦτον
  
7. πλὴν ἀκούσατε τὸν λόγον κυρίου ὃν ἐγὼ λέγω εἰς τὰ ὦτα ὑμῶν καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ
  
8. οἱ προφῆται οἱ γεγονότες πρότεροί μου καὶ πρότεροι ὑμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἐπροφήτευσαν ἐπὶ γῆς πολλῆς καὶ ἐπὶ βασιλείας μεγάλας εἰς πόλεμον
  
9. ὁ προφήτης ὁ προφητεύσας εἰς εἰρήνην ἐλθόντος τοῦ λόγου γνώσονται τὸν προφήτην ὃν ἀπέστειλεν αὐτοῖς κύριος ἐν πίστει
  
10. καὶ ἔλαβεν ανανιας ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου ιερεμιου καὶ συνέτριψεν αὐτούς
  
11. καὶ εἶπεν ανανιας κατ' ὀφθαλμοὺς παντὸς τοῦ λαοῦ λέγων οὕτως εἶπεν κύριος οὕτως συντρίψω τὸν ζυγὸν βασιλέως βαβυλῶνος ἀπὸ τραχήλων πάντων τῶν ἐθνῶν καὶ ὤ|χετο ιερεμιας εἰς τὴν ὁδὸν αὐτοῦ
  
12. καὶ ἐγένετο λόγος κυρίου πρὸς ιερεμιαν μετὰ τὸ συντρῖψαι ανανιαν τοὺς κλοιοὺς ἀπὸ τοῦ τραχήλου αὐτοῦ λέγων
  
13. βάδιζε καὶ εἰπὸν πρὸς ανανιαν λέγων οὕτως εἶπεν κύριος κλοιοὺς ξυλίνους συνέτριψας καὶ ποιήσω ἀντ' αὐτῶν κλοιοὺς σιδηροῦς
  
14. ὅτι οὕτως εἶπεν κύριος ζυγὸν σιδηροῦν ἔθηκα ἐπὶ τὸν τράχηλον πάντων τῶν ἐθνῶν ἐργάζεσθαι τῷ βασιλεῖ βαβυλῶνος
  
15. καὶ εἶπεν ιερεμιας τῷ ανανια οὐκ ἀπέσταλκέν σε κύριος καὶ πεποιθέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ' ἀδίκῳ
  
16. διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἐξαποστέλλω σε ἀπὸ προσώπου τῆς γῆς τούτῳ τῷ ἐνιαυτῷ ἀποθανῇ
  
17. καὶ ἀπέθανεν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES