Bible Study: FrontPage




 

Ιερεμίας, Chapter 48

Bible Study - Ιερεμίας 48 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν ισμαηλ υἱὸς ναθανιου υἱοῦ ελασα ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ' αὐτοῦ πρὸς γοδολιαν εἰς μασσηφα καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα
  
2. καὶ ἀνέστη ισμαηλ καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετ' αὐτοῦ καὶ ἐπάταξαν τὸν γοδολιαν ὃν κατέστησεν βασιλεὺς βαβυλῶνος ἐπὶ τῆς γῆς
  
3. καὶ πάντας τοὺς ιουδαίους τοὺς ὄντας μετ' αὐτοῦ ἐν μασσηφα καὶ πάντας τοὺς χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ
  
4. καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν γοδολιαν καὶ ἄνθρωπος οὐκ ἔγνω
  
5. καὶ ἤλθοσαν ἄνδρες ἀπὸ συχεμ καὶ ἀπὸ σαλημ καὶ ἀπὸ σαμαρείας ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον κυρίου
  
6. καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς ισμαηλ αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον καὶ εἶπεν αὐτοῖς εἰσέλθετε πρὸς γοδολιαν
  
7. καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ
  
8. καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ ισμαηλ μὴ ἀνέλῃς ἡμᾶς ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ πυροὶ καὶ κριθαί μέλι καὶ ἔλαιον καὶ παρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν
  
9. καὶ τὸ φρέαρ εἰς ὃ ἔρριψεν ἐκεῖ ισμαηλ πάντας οὓς ἐπάταξεν φρέαρ μέγα τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς ασα ἀπὸ προσώπου βαασα βασιλέως ισραηλ τοῦτο ἐνέπλησεν ισμαηλ τραυματιῶν
  
10. καὶ ἀπέστρεψεν ισμαηλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς μασσηφα καὶ τὰς θυγατέρας τοῦ βασιλέως ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τῷ γοδολια υἱῷ αχικαμ καὶ ὤ|χετο εἰς τὸ πέραν υἱῶν αμμων
  
11. καὶ ἤκουσεν ιωαναν υἱὸς καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ' αὐτοῦ πάντα τὰ κακά ἃ ἐποίησεν ισμαηλ
  
12. καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ὤ|χοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν γαβαων
  
13. καὶ ἐγένετο ὅτε εἶδον πᾶς ὁ λαὸς ὁ μετὰ ισμαηλ τὸν ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ' αὐτοῦ
  
14. καὶ ἀνέστρεψαν πρὸς ιωαναν
  
15. καὶ ισμαηλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ὤ|χετο πρὸς τοὺς υἱοὺς αμμων
  
16. καὶ ἔλαβεν ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ' αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ οὕς ἀπέστρεψεν ἀπὸ ισμαηλ δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ γαβαων
  
17. καὶ ὤ|χοντο καὶ ἐκάθισαν ἐν γαβηρωθ-χαμααμ τὴν πρὸς βηθλεεμ τοῦ πορευθῆναι εἰσελθεῖν εἰς αἴγυπτον
  
18. ἀπὸ προσώπου τῶν χαλδαίων ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν ὅτι ἐπάταξεν ισμαηλ τὸν γοδολιαν ὃν κατέστησεν βασιλεὺς βαβυλῶνος ἐν τῇ γῇ


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES