|
Ιησού του Ναυή, Chapter 20
1. καὶ ἐλάλησεν κύριος τῷ ἰησοῖ λέγων
2. λάλησον τοῖς υἱοῖς ισραηλ λέγων δότε τὰς πόλεις τῶν φυγαδευτηρίων ἃς εἶπα πρὸς ὑμᾶς διὰ μωυσῆ
3. φυγαδευτήριον τῷ φονευτῇ τῷ πατάξαντι ψυχὴν ἀκουσίως καὶ ἔσονται ὑμῖν αἱ πόλεις φυγαδευτήριον καὶ οὐκ ἀποθανεῖται ὁ φονευτὴς ὑπὸ τοῦ ἀγχιστεύοντος τὸ αἷμα ἕως ἂν καταστῇ ἐναντίον τῆς συναγωγῆς εἰς κρίσιν
7. καὶ διέστειλεν τὴν καδης ἐν τῇ γαλιλαίᾳ ἐν τῷ ὄρει τῷ νεφθαλι καὶ συχεμ ἐν τῷ ὄρει τῷ εφραιμ καὶ τὴν πόλιν αρβοκ αὕτη ἐστὶν χεβρων ἐν τῷ ὄρει τῷ ιουδα
8. καὶ ἐν τῷ πέραν τοῦ ιορδάνου ἔδωκεν βοσορ ἐν τῇ ἐρήμῳ ἐν τῷ πεδίῳ ἀπὸ τῆς φυλῆς ρουβην καὶ αρημωθ ἐν τῇ γαλααδ ἐκ τῆς φυλῆς γαδ καὶ τὴν γαυλων ἐν τῇ βασανίτιδι ἐκ τῆς φυλῆς μανασση
9. αὗται αἱ πόλεις αἱ ἐπίκλητοι τοῖς υἱοῖς ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς καταφυγεῖν ἐκεῖ παντὶ παίοντι ψυχὴν ἀκουσίως ἵνα μὴ ἀποθάνῃ ἐν χειρὶ τοῦ ἀγχιστεύοντος τὸ αἷμα ἕως ἂν καταστῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν
|
|
Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.
|
|
This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|