Bible Study: FrontPage




 

Αριθμοί, Chapter 23

Bible Study - Αριθμοί 23 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. καὶ εἶπεν βαλααμ τῷ βαλακ οἰκοδόμησόν μοι ἐνταῦθα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦθα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
  
2. καὶ ἐποίησεν βαλακ ὃν τρόπον εἶπεν αὐτῷ βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
  
3. καὶ εἶπεν βαλααμ πρὸς βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου καὶ πορεύσομαι εἴ μοι φανεῖται ὁ θεὸς ἐν συναντήσει καὶ ῥῆμα ὃ ἐάν μοι δείξῃ ἀναγγελῶ σοι καὶ παρέστη βαλακ ἐπὶ τῆς θυσίας αὐτοῦ καὶ βαλααμ ἐπορεύθη ἐπερωτῆσαι τὸν θεὸν καὶ ἐπορεύθη εὐθεῖαν
  
4. καὶ ἐφάνη ὁ θεὸς τῷ βαλααμ καὶ εἶπεν πρὸς αὐτὸν βαλααμ τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
  
5. καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα βαλααμ καὶ εἶπεν ἐπιστραφεὶς πρὸς βαλακ οὕτως λαλήσεις
  
6. καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες μωαβ μετ' αὐτοῦ
  
7. καὶ ἐγενήθη πνεῦμα θεοῦ ἐπ' αὐτῷ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἐκ μεσοποταμίας μετεπέμψατό με βαλακ βασιλεὺς μωαβ ἐξ ὀρέων ἀπ' ἀνατολῶν λέγων δεῦρο ἄρασαί μοι τὸν ιακωβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν ισραηλ
  
8. τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος ἢ τί καταράσωμαι ὃν μὴ καταρᾶται ὁ θεός
  
9. ὅτι ἀπὸ κορυφῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔθνεσιν οὐ συλλογισθήσεται
  
10. τίς ἐξηκριβάσατο τὸ σπέρμα ιακωβ καὶ τίς ἐξαριθμήσεται δήμους ισραηλ ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων
  
11. καὶ εἶπεν βαλακ πρὸς βαλααμ τί πεποίηκάς μοι εἰς κατάρασιν ἐχθρῶν μου κέκληκά σε καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν
  
12. καὶ εἶπεν βαλααμ πρὸς βαλακ οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου τοῦτο φυλάξω λαλῆσαι
  
13. καὶ εἶπεν πρὸς αὐτὸν βαλακ δεῦρο ἔτι μετ' ἐμοῦ εἰς τόπον ἄλλον ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖθεν ἀλλ' ἢ μέρος τι αὐτοῦ ὄψῃ πάντας δὲ οὐ μὴ ἴδῃς καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖθεν
  
14. καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυφὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν
  
15. καὶ εἶπεν βαλααμ πρὸς βαλακ παράστηθι ἐπὶ τῆς θυσίας σου ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν θεόν
  
16. καὶ συνήντησεν ὁ θεὸς τῷ βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν ἀποστράφητι πρὸς βαλακ καὶ τάδε λαλήσεις
  
17. καὶ ἀπεστράφη πρὸς αὐτόν καὶ ὅδε ἐφειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες μωαβ μετ' αὐτοῦ καὶ εἶπεν αὐτῷ βαλακ τί ἐλάλησεν κύριος
  
18. καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀνάστηθι βαλακ καὶ ἄκουε ἐνώτισαι μάρτυς υἱὸς σεπφωρ
  
19. οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαρτηθῆναι οὐδὲ ὡς υἱὸς ἀνθρώπου ἀπειληθῆναι αὐτὸς εἴπας οὐχὶ ποιήσει λαλήσει καὶ οὐχὶ ἐμμενεῖ
  
20. ἰδοὺ εὐλογεῖν παρείλημμαι εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω
  
21. οὐκ ἔσται μόχθος ἐν ιακωβ οὐδὲ ὀφθήσεται πόνος ἐν ισραηλ κύριος ὁ θεὸς αὐτοῦ μετ' αὐτοῦ τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ
  
22. θεὸς ὁ ἐξαγαγὼν αὐτοὺς ἐξ αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ
  
23. οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν ιακωβ οὐδὲ μαντεία ἐν ισραηλ κατὰ καιρὸν ῥηθήσεται ιακωβ καὶ τῷ ισραηλ τί ἐπιτελέσει ὁ θεός
  
24. ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωθήσεται οὐ κοιμηθήσεται ἕως φάγῃ θήραν καὶ αἷμα τραυματιῶν πίεται
  
25. καὶ εἶπεν βαλακ πρὸς βαλααμ οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν
  
26. καὶ ἀποκριθεὶς βαλααμ εἶπεν τῷ βαλακ οὐκ ἐλάλησά σοι λέγων τὸ ῥῆμα ὃ ἐὰν λαλήσῃ ὁ θεός τοῦτο ποιήσω
  
27. καὶ εἶπεν βαλακ πρὸς βαλααμ δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον εἰ ἀρέσει τῷ θεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖθεν
  
28. καὶ παρέλαβεν βαλακ τὸν βαλααμ ἐπὶ κορυφὴν τοῦ φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον
  
29. καὶ εἶπεν βαλααμ πρὸς βαλακ οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς
  
30. καὶ ἐποίησεν βαλακ καθάπερ εἶπεν αὐτῷ βαλααμ καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES