Bible Study: FrontPage




 

Psalm of Solomon, Chapter 3

Bible Study - Psalm of Solomon 3 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. ἵνα τί ὑπνοῖς ψυχή καὶ οὐκ εὐλογεῖς τὸν κύριον ὕμνον καινὸν ψάλατε τῷ θεῷ τῷ αἰνετῷ
  
2. ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας
  
3. δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου
  
4. οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι κυρίου
  
5. προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτοῦ
  
6. ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφ' ἁμαρτίαν
  
7. ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ ὁ δίκαιος τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ
  
8. ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχῆς αὐτοῦ καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ
  
9. προσέκοψεν ἁμαρτωλὸς καὶ καταρᾶται ζωὴν αὐτοῦ τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός
  
10. προσέθηκεν ἁμαρτίας ἐφ' ἁμαρτίας τῇ ζωῇ αὐτοῦ ἔπεσεν ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ καὶ οὐκ ἀναστήσεται
  
11. ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα καὶ οὐ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους
  
12. αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι πσσολ διαλογὴ τοῦ σαλωμων τοῖς ἀνθρωπαρέσκοις


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES