|
Ψαλμοί, Chapter 120
1. ᾠδὴ τῶν ἀναβαθμῶν ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη πόθεν ἥξει ἡ βοήθειά μου
2. ἡ βοήθειά μου παρὰ κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν
3. μὴ δῷς εἰς σάλον τὸν πόδα σου μηδὲ νυστάξῃ ὁ φυλάσσων σε
4. ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν ισραηλ
5. κύριος φυλάξει σε κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου
6. ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε οὐδὲ ἡ σελήνη τὴν νύκτα
7. κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ φυλάξει τὴν ψυχήν σου
8. κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος
|
|
Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.
|
|
This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com |
|
|
SELECT VERSION
COMPARE WITH OTHER BIBLES
|
|