Bible Study: FrontPage




 

Ψαλμοί, Chapter 70

Bible Study - Ψαλμοί 70 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. τῷ δαυιδ υἱῶν ιωναδαβ καὶ τῶν πρώτων αἰχμαλωτισθέντων ὁ θεός ἐπὶ σοὶ ἤλπισα μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα
  
2. ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με κλῖνον πρός με τὸ οὖς σου καὶ σῶσόν με
  
3. γενοῦ μοι εἰς θεὸν ὑπερασπιστὴν καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ
  
4. ὁ θεός μου ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος
  
5. ὅτι σὺ εἶ ἡ ὑπομονή μου κύριε κύριος ἡ ἐλπίς μου ἐκ νεότητός μου
  
6. ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρός ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής ἐν σοὶ ἡ ὕμνησίς μου διὰ παντός
  
7. ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς καὶ σὺ βοηθὸς κραταιός
  
8. πληρωθήτω τὸ στόμα μου αἰνέσεως ὅπως ὑμνήσω τὴν δόξαν σου ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου
  
9. μὴ ἀπορρίψῃς με εἰς καιρὸν γήρους ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με
  
10. ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπὶ τὸ αὐτὸ
  
11. λέγοντες ὁ θεὸς ἐγκατέλιπεν αὐτόν καταδιώξατε καὶ καταλάβετε αὐτόν ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος
  
12. ὁ θεός μὴ μακρύνῃς ἀπ' ἐμοῦ ὁ θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες
  
13. αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου περιβαλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι
  
14. ἐγὼ δὲ διὰ παντὸς ἐλπιῶ καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου
  
15. τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου ὅτι οὐκ ἔγνων γραμματείας
  
16. εἰσελεύσομαι ἐν δυναστείᾳ κυρίου κύριε μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου
  
17. ἐδίδαξάς με ὁ θεός ἐκ νεότητός μου καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου
  
18. καὶ ἕως γήρους καὶ πρεσβείου ὁ θεός μὴ ἐγκαταλίπῃς με ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου
  
19. ὁ θεός ἕως ὑψίστων ἃ ἐποίησας μεγαλεῖα ὁ θεός τίς ὅμοιός σοι
  
20. ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς καὶ ἐπιστρέψας ἐζωοποίησάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
  
21. ἐπλεόνασας τὴν μεγαλοσύνην σου καὶ ἐπιστρέψας παρεκάλεσάς με καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με
  
22. καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου ὁ θεός ψαλῶ σοι ἐν κιθάρᾳ ὁ ἅγιος τοῦ ισραηλ
  
23. ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω
  
24. ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου ὅταν αἰσχυνθῶσιν καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES