Bible Study: FrontPage




 

Ψαλμοί, Chapter 80

Bible Study - Ψαλμοί 80 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ ασαφ ψαλμός
  
2. ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ ιακωβ
  
3. λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας
  
4. σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν
  
5. ὅτι πρόσταγμα τῷ ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ ιακωβ
  
6. μαρτύριον ἐν τῷ ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς αἰγύπτου γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν
  
7. ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν
  
8. ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα
  
9. ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι ισραηλ ἐὰν ἀκούσῃς μου
  
10. οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ
  
11. ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό
  
12. καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου καὶ ισραηλ οὐ προσέσχεν μοι
  
13. καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν
  
14. εἰ ὁ λαός μου ἤκουσέν μου ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη
  
15. ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου
  
16. οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα
  
17. καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES