Bible Study: FrontPage




 

Mudrosti, Chapter 4

Bible Study - Mudrosti 4 - Greek - LXX Accented - Web
 
 
 
Comment!       Comment Disqus!
  
1. κρείσσων ἀτεκνία μετὰ ἀρετῆς ἀθανασία γάρ ἐστιν ἐν μνήμῃ αὐτῆς ὅτι καὶ παρὰ θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις
  
2. παροῦσάν τε μιμοῦνται αὐτὴν καὶ ποθοῦσιν ἀπελθοῦσαν καὶ ἐν τῷ αἰῶνι στεφανηφοροῦσα πομπεύει τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασα
  
3. πολύγονον δὲ ἀσεβῶν πλῆθος οὐ χρησιμεύσει καὶ ἐκ νόθων μοσχευμάτων οὐ δώσει ῥίζαν εἰς βάθος οὐδὲ ἀσφαλῆ βάσιν ἑδράσει
  
4. κἂν γὰρ ἐν κλάδοις πρὸς καιρὸν ἀναθάλῃ ἐπισφαλῶς βεβηκότα ὑπὸ ἀνέμου σαλευθήσεται καὶ ὑπὸ βίας ἀνέμων ἐκριζωθήσεται
  
5. περικλασθήσονται κλῶνες ἀτέλεστοι καὶ ὁ καρπὸς αὐτῶν ἄχρηστος ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτήδειος
  
6. ἐκ γὰρ ἀνόμων ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰσιν πονηρίας κατὰ γονέων ἐν ἐξετασμῷ αὐτῶν
  
7. δίκαιος δὲ ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται
  
8. γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται
  
9. πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος
  
10. εὐάρεστος θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη
  
11. ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ
  
12. βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον
  
13. τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσεν χρόνους μακρούς
  
14. ἀρεστὴ γὰρ ἦν κυρίῳ ἡ ψυχὴ αὐτοῦ διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτο
  
15. ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ
  
16. κατακρινεῖ δὲ δίκαιος καμὼν τοὺς ζῶντας ἀσεβεῖς καὶ νεότης τελεσθεῖσα ταχέως πολυετὲς γῆρας ἀδίκου
  
17. ὄψονται γὰρ τελευτὴν σοφοῦ καὶ οὐ νοήσουσιν τί ἐβουλεύσατο περὶ αὐτοῦ καὶ εἰς τί ἠσφαλίσατο αὐτὸν ὁ κύριος
  
18. ὄψονται καὶ ἐξουθενήσουσιν αὐτοὺς δὲ ὁ κύριος ἐκγελάσεται
  
19. καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον καὶ εἰς ὕβριν ἐν νεκροῖς δι' αἰῶνος ὅτι ῥήξει αὐτοὺς ἀφώνους πρηνεῖς καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων καὶ ἕως ἐσχάτου χερσωθήσονται καὶ ἔσονται ἐν ὀδύνῃ καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται
  
20. ἐλεύσονται ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν


Search in:
Terms:

Vote and Comment on Facebook:Recommend This Page:
Post on Facebook Add to your del.icio.us Digg this story StumbleUpon Twitter Google Plus Post on Tumblr Add to Reddit Pin this story Linkedin Google Bookmark Blogger
Insert Your Personal Insight:

Please do not make mean comments and follow the biblical and spiritual character of this forum. If, however unpleasant situations arise, we request to flag it to us in order to evaluate the situation.

Text source: This text is in the public domain, downloaded from http://www.unboundbible.org, compiled by biblephone2008@gmail.com.

This project is based on delivering free-of-charge the Word of the Lord in all the world by using electronic means. If you want to contact us, you can do this by writing to the following e-mail: bible-study.xyz@hotmail.com


SELECT VERSION

COMPARE WITH OTHER BIBLES